Fragment 31
φαίνεταί μοι κῆνος ἴσος θέοισιν ἔμμεν᾿ ὤνηρ, ὄττις ἐνάντιός τοι ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί- σας ὐπακούει καὶ γελαίσας ἰμέροεν, τό μ᾿ ἦ μὰν καρδίαν ἐν στήθεσιν ἐπτόαισεν· ὠς γὰρ ἔς σ᾿ ἴδω βρόχε᾿, ὤς με φώναι- σ᾿ οὐδ᾿ ἒν ἔτ᾿ εἴκει, ἀλλὰ κὰμ μὲν γλῶσσά <μ᾿> ἔαγε, λέπτον δ᾿ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμηκεν, ὀππάτεσσι δ᾿ οὐδ᾿ ἒν ὄρημμ᾿, ἐπιρρόμ- βεισι δ᾿ ἄκουαι, κὰδ δέ μ᾿ ἴδρως κακχέεται, τρόμος δὲ παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας ἔμμι, τεθνάκην δ᾿ ὀλίγω ᾿πιδεύης φαίνομ᾿ ἔμ᾿ αὔτ[ᾳ.
"SAPPHO"